Svetopisemska družba Slovenije
       
Biblija.net
Καινη διαθηκη
Κατα Μαθθαιον
Κατα Μαρκον
Κατα Λουκαν
Κατα ʼΙωαννην
Πραξεις ʼΑποστολων
Προς ʼΡωμαιους
Προς Κορινθιους αʼ
Προς Κορινθιους βʼ
Προς Γαλατας
Προς ʼΕφεσιους
Προς Φιλιππησιους
Προς Κολοσσαεις
Προς Θεσσαλονικεις αʼ
Προς Θεσσαλονικεις βʼ
Προς Τιμοθεον αʼ
Προς Τιμοθεον βʼ
Προς Τιτον
Προς Φιλημονα
Προς ʽΕβραιους
ʼΙακωβου
Πετρου αʼ
Πετρου βʼ
ʼΙωαννου αʼ
ʼΙωαννου βʼ
ʼΙωαννου γʼ
ʼΙουδα
ʼΑποκαλυψις ʼΙωαννου


Iskanje mesta     Iskanje besed
Odlomek:   

Kompaktni izpis
Zbirke:  SSP3  SSP  SSP-Op  SSP-Ref  ŽJ  JUB  EKU  CHR  WLF  JAP  DAL  TRB  CEV  GNB  WEB  ASV  KJV  DHH  RVR95  SEG  L45  RUS  HKS  RCB  VLC  VUL  GWH  SSPm Izbiraj med zbirkami za izbrani jezik   O prevodih Navodila
Jezik

Κατα Μαθθαιον 26

Κατα Μαθθαιον :1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

26
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ʼΙησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ʼΙησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν.
5 ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 Τοῦ δὲ ʼΙησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη;
9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
10 γνοὺς δὲ ὁ ʼΙησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ.
11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη, εἰς μνημόσυνον αὐτῆς.
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ʼΙούδας ʼΙσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς,
15 εἶπεν Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ʼΙησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
18 ὁ δὲ εἶπεν, ʽΥπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ʽΟ διδάσκαλος λέγει, ʽΟ καιρός μου ἐγγύς ἐστιν πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ʼΙησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 ʼΟψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. μαθητῶν
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ʼΑμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος Μήτι ἐγώ εἰμι, Κύριε;
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν, ʽΟ ἐμβάψας μετʼ ἐμοῦ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει.
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 ἀποκριθεὶς δὲ ʼΙούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, Σὺ εἶπας.
26 ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ʼΙησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς, εἶπεν Λάβετε φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.
27 καὶ λαβὼν ποτήριον [καὶ] εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες·
28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 λέγω δὲ ὑμῖν οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
31 Τότε λέγει αὐτοῖς ὁ ʼΙησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
32 μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
34 ἔφη αὐτῷ ὁ ʼΙησοῦς, ʼΑμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν
36 Τότε ἔρχεται μετʼ αὐτῶν ὁ ʼΙησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως [οὗ] ἀπελθὼν ἐκεῖ. προσεύξωμαι
37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ.
39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ.
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ;
41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, [λέγων,] Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν. πάλιν
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ, ἤγγικεν ὁ παραδιδούς με.
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ ʼΙούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ʽ̀Ον ἂν φιλήσω, αὐτός ἐστιν κρατήσατε αὐτόν.
49 καὶ εὐθέως προσελθὼν τῷ ʼΙησοῦ εἶπεν Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.
50 ὁ δὲ ʼΙησοῦς εἶπεν αὐτῷ, ʽΕταῖρε, ἐφʼ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ʼΙησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 καὶ ἰδοὺ εἷς τῶν μετὰ ʼΙησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 τότε λέγει αὐτῷ ὁ ʼΙησοῦς, ʼΑπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
55 ʼΕν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ʼΙησοῦς τοῖς ὄχλοις, ʽΩς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οἱ δὲ κρατήσαντες τὸν ʼΙησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ [ἀπὸ] μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ʼΙησοῦ ὅπως αὐτὸν θανατώσωσιν
60 καὶ οὐχ εὗρον· πολλῶν προσελθόντων, ψευδομαρτύρων
61 ὕστερον δὲ προσελθόντες δύο εἶπαν Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 ὁ δὲ ʼΙησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, ʼΕξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς, ὁ υἱὸς τοῦ Θεοῦ.
64 λέγει αὐτῷ ὁ ʼΙησοῦς, Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ʼΕβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν ʼ́Ενοχος θανάτου ἐστίν
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
68 λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 ʽΟ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ ʼΙησοῦ τοῦ Γαλιλαίου.
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις.
71 ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὗτος ἦν μετὰ ʼΙησοῦ τοῦ Ναζωραίου.
72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ʼΑληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος ʼΙησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
 


Kratki videi o Svetem pismu
Projekt
Sveto pismo
Nova zaveza v sodobnem jeziku. Brezplacno na voljo v elektronskih formatih.
Življenje
z Jezusom
Zadnja sprememba programa:  7.4.2020, do zdaj izpisanih odlomkov: 129.747.119, danes: 49.431
Cas izvajanja programa: 0.03s

Zakaj imamo prevod, ki je standardni?

Kupuj  z 10% velikonocnim popustom!

Kaj podariti birmancu? Darilo z vsebino, Sveto pismo!

Podpri nas, nic te ne stane

Naloži si sveto pismo v elektronski obliki za svoj e-bralnik.

Si težko vzameš cas za branje Božje besede? Zakaj ji torej ne prisluhneš?

Poznaš osnovno sporocilo Svetega pisma? Vstopi v dramo Svetega pisma!

Nekaj nasvetov za branje Svetega pisma.

Ne veš, kako se lotiti branja Svetega pisma? Zate smo pripravili nekaj bralnih nacrtov, ki ti bodo pomagali narediti prve korake.